Ετικέτες
πατρολογία - αθανάσιος ο μέγας
Refutatio hypocriseos Meletii et Eusebii
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ
Ἔλεγχος τῆς ὑποκρίσεως τῶν περὶ Μελέτιον, καὶ Εὐσέβιον τὸν Σαμοσατέα κατὰ τοῦ Ὁμοουσίου.
Ἄνθρωπος καθ' ὁμοίωσιν Θεοῦ γέγονε, καὶ ἔστιν οὐ Θεὸς ὁ ἄνθρωπος· τὸ γὰρ ὅμοιόν τινι οὐκ ἔστιν αὐτὸ ἐκεῖνο, ᾧ ὁμοιοῦται. Ὡς καὶ τὸ, ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ καὶ σπέρματι, καὶ οὐδὲν τούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν· καὶ, ὅμοιος ἀνθρώπῳ οἰκοδεσπότῃ ὁ μαθητευθεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἀλλ' οὐκ οἰκοδεσπότης οὗτος· καὶ ἕτερα τοιαῦτα πολλά. Ὅμοια δὲ καὶ ἐν τοῖς σώμασι, λύκος κυνὶ, ἀλλ' οὐ κύων ἐστί· καὶ κασσίτερος ἀργύρῳ, ἀλλ' οὐκ ἄργυρος· χαλκὸς χρυσῷ, ἀλλ' οὐ χρυσός· καὶ κόκκινον αἵματι, ἀλλ' οὐχ αἷμα· καὶ γύψος χιόνι, ἀλλ' οὐ χιών· καὶ ἄλλα διάφορα τοιαῦτα θεωρεῖται. Θεῷ οὖν οὐχ ὅμοιος ὁ Υἱὸς, Θεὸς ὢν, ἀλλ' ἓν καὶ τοῦτο· ὡς γέγραπται· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Καὶ θεότητα ἡρμήνευσε τὴν ἑνότητα· θεότητα δὲ οὐχ οἵαν τῶν θεοποιηθέντων· ἅτε δὴ ἀντιτιθεὶς αὐτὴν πρὸς ἐκείνην, ὡς ἔχει τὸ λόγιον τοῦ Κυρίου· Θεὸς γάρ ἐστιν, οὐχ ὡς ἄνθρωπος ὁ καθ' ὁμοίωσιν Θεοῦ γενόμενος· καὶ Θεὸς ὀνομαζόμενος τῇ ὁμοιώσει, οὐ τῇ φύσει· ὁμοιωμένην ἔχων Θεῷ τὴν οὐσίαν· καὶ δὴ καὶ προκόπτων ἐν τῇ ὁμοιότητι· καθ' ἣν ἤδη φύσιν, «Τέκνα Θεοῦ ἐσμεν,» καὶ «Ἐὰν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα.»
Ὅπου δὲ ἡ οὐσία ἡ αὐτὴ, οὐ προκόπτει οὐσία εἰς τὸ μᾶλλον καὶ ἧττον, ἀλλὰ ἄνθρωπος μὲν οὕτως, ὁ δὲ Κύριος ὁ αὐτὸς ἀεί· καὶ οὐ ποτὲ μὲν ἥττων, ποτὲ δὲ μείζων, ὡς Θεός· «Ἰησοῦς, φησὶν, χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.» Ὁ τοίνυν ἀναιρῶν, τὸ εἶναι τὸν Υἱὸν ὁμοούσιον τῷ Πατρὶ, λέγων δὲ ὅμοιον, ἀναιρεῖ τὸ εἶναι Θεόν. Ὡσαύτως δὲ καὶ ὁ ἐξηγούμενος τὸ ὁμοούσιον, ὡς ὅμοιον τῇ οὐσίᾳ, ἑτέραν τὴν
οὐσίαν λέγει, Θεῷ δὲ ὁμοιωμένην. Οὐ τοίνυν οὐδὲ τὸ ἐκ τῆς οὐσίας εἶναι πρεπόντως λέγει, μὴ φρονῶν ὁμοούσιον, ὡς ἄνθρωπος ἐκ τῆς ἀνθρώπου οὐσίας. Εἰ δὲ μὴ, ὡς ἄνθρωπος ἐξ ἀνθρώπου κατ' οὐσίαν, ἐκ Θεοῦ ὁ Υἱὸς, ἀλλ' ὡς ἐν ὁμοιώματι, καθάπερ ἀνδριὰς ἀνθρώπῳ, ἢ ὡς ἄνθρωπος Θεῷ· δῆλός ἐστιν ὁ τοιοῦτος ὁμοούσιον μὲν λέγων, ὁμοούσιον δὲ οὐ φρονῶν· οὐ γὰρ κατὰ τὴν συνήθειαν βούλεται τὸ ὁμοούσιον ἀκούεσθαι, ὅπερ ἐστὶν, ἐπὶ μιᾶς καὶ τῆς αὐτῆς οὐσίας, ἀλλὰ παρὰ τὴν συνήθειαν· καὶ ἵνα διαβάλλῃ ταύτην,
Ἑλληνικὴν ῥῆσιν εἰρηκέναι, τὸ ὁμοούσιον ῥῆμα τοῦ ἐν Ἕλλησιν ἔθους ἐπ' οὐδενὶ ἑτέρῳ κείμενον, ἢ ἐπὶ τῷ τὴν αὐτὴν φύσιν παραστῆσαι· ὅπερ δεῖ πιστεῦσαι ἐπὶ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Ἅμα τε οὖν τὸ ὁμοούσιον οὗτος ἐκτρέπει, καὶ τὸ τῆς οὐσίας νόθως ὀνομάζει· ὡς ἔργον νοῶν, οὐχ ὡς γέννημα, καὶ διὰ τοῦτο καὶ τὸ ἀπαθῶς προστίθησι πιθανῶς· οὐχ ἵνα πάθους
ἀφέλῃ διαβολήν· τίς γὰρ καὶ λέγει Θεοῦ πάθος; ἀλλ' ἵνα ποιητὸν ἐκ Θεοῦ λέγῃ, καὶ μὴ γεννητὸν ἐκ Θεοῦ προεληλυθότα· ὡς τῆς τοιαύτης προόδου παθητικῆς οὔσης· καθὰ δὲ λέγειν εἰώθασιν οἱ τὴν μὲν ἐκ τῆς οὐσίας πρόοδον ὡς πάθος ἐκβάλλοντες, ἢν δὲ λέγουσιν ἐκ τῆς οὐσίας ποίησιν ὡς ἀπαθῆ συνιστῶντες. Ὥσπερ εἰ καὶ τῆς ποιήσεως, εἰ ἀνθρωπίνως λαμβάνοιτο, κίνησιν ἐχούσης, καὶ τὸν ἐκ τῆς κινήσεως κάματον· ἅπερ ἀλλότρια δημιουργοῦντος Θεοῦ· ὅμως γοῦν, ὡς γέννησιν ἀπαθῆ διὰ τοιαύτης ἐξηγήσεως τὴν τοῦ Υἱοῦ νοοῦντες πρόοδον, τὸ Πνεῦμα ἀλλοτριοῦσι Πατρὸς καὶ Υἱοῦ· ὅτι μὴ γεννήσει ἡ τούτου πρόοδος, ἀλλὰ πνεύσει ὁμοιοῦται διὰ τὴν μετάληψιν, ὡς πνοῆς ἐκ στόματος ἐρχομένης καὶ τὸν μεταλαμβάνοντα ἁγιαζούσης, καθὰ δὴ λέγεται πνεύματος. Ἦν δὲ ἀδύνατον ἐν τῇ τῆς Τριάδος δόξῃ τὸ Πνεῦμα δοξάζεσθαι, μὴ προοδικῶς ὂν ἐκ Θεοῦ δι' Υἱοῦ, ἀλλὰ ποιητικῶς ἐκ Θεοῦ γεγονὸς, ὡς λέγουσιν. Οὐ γὰρ συνδοξάζεται ποίημα ποιητῇ, οὐδὲ δοῦλος δεσπότῃ· οὐδὲ ἡ τῆς ἀλλοτρίας Θεοῦ οὐσίας μέθεξις ἂν εἴη Θεοῦ· «Ἐν τούτῳ γὰρ,» φησὶν ὁ Ἰωάννης, «γινώσκομεν, ὅτι ἐν ἡμῖν ἐστιν, ἐκ τοῦ Πνεύματος, οὗ ἔδωκεν ἡμῖν.»
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου