Ετικέτες
πατρολογία - αθανάσιος ο μέγας
Homilia de passione et cruce domini
ΑΘΑΝΑΣΙΟΥ ΕΙΣ ΤΟ ΠΑΘΟΣ.
«Ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωσέως.» Ἄρτι δὲ τολμήσας κατὰ τοῦ Κυρίου, θεωρεῖ ἑαυτὸν ἐκβληθέντα τοῦ παντὸς, καὶ ὑπὸ πάντων καταπατούμενον, καὶ συντριβόμενον ὑπὸ τοὺς πόδας ἡμῶν· τό γε μὴν μέγα καὶ παράδοξον, ὅτι καὶ ἐπ' αὐτοῦ τοῦ σταυροῦ κρεμαμένου τοῦ Κυρίου, (αὐτοῦ γὰρ ἦν τὸ σῶμα, καὶ ἐν αὐτῷ ἦν ὁ Λόγος·) ὁ μὲν ἥλιος ἐσκοτίσθη, ἡ δὲ γῆ ἐτρόμαξεν, αἱ πέτραι ἐσχίσθησαν, καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη, καὶ πολλὰ σώματα τῶν προκεκοιμωμένων ἀνέστη· καὶ οὐδεὶς, ὥσπερ νῦν Ἀρειανοὶ τολμῶσι, διελογίσατο εἰ δεῖ σαρκωθέντι τῷ Λόγῳ πείθεσθαι· ἀλλὰ καὶ ἄνθρωπον βλέποντες, ἐπεγίνωσκον αὐτὸν ὄντα δημιουργὸν αὐτῶν· καὶ ἀνθρωπίνης φωνῆς ἀκούοντες, οὐ διὰ τὸ ἀνθρώπινον ἔλεγον ὅτι ὁ Λόγος κτίσμα ἐστίν· ἀλλὰ καὶ μᾶλλον ἔτρεμον, καὶ οὐδὲν ἧττον ἐγίνωσκον, ὅτι ἐκ ναοῦ ἁγίου ἐφθέγγετο· οὐ γὰρ κτίσμα ἡ κτίσις προσκυνεῖ· οὐδὲ πάλιν διὰ τὴν σάρκα, παρῃτεῖτο τὸν Κύριον ἑαυτῆς προσκυνεῖν, ἀλλὰ τὸν ἑαυτῆς δημιουργὸν ἔβλεπεν ἐν τῷ σώματι· καὶ ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ ἔκαμπτε καὶ κάμψει, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστός· οὐ γὰρ ἀδοξίαν ἤνεγκεν ἡ σὰρξ τῷ Λόγῳ· μὴ γένοιτο·
ἀλλὰ μᾶλλον αὕτη δεδό ξασται παρ' αὐτοῦ· οὐδὲ ἐπειδὴ δούλου μορφὴν ἀνέλαβεν ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων Υἱὸς, ἠλαττώθη τῆς θεότητος, ἀλλὰ μᾶλλον καὶ αὐτὸς ἐλευθερωτὴς πά ης σαρκὸς καὶ πάσης κτίσεως γέγονεν· ὃς καὶ σταυρούμενος, ἐμαρτυρεῖτο ∆εσπότης τῆς κτίσεως· συστείλαντος μὲν ἡλίου τὰς ἀκτῖνας, καὶ τῆς γῆς τρεμούσης, τῶν δὲ πετρῶν σχιζομένων, καὶ τῶν δημίων ἐπιγνόντων, ὅτι ἀληθῶς Θεοῦ Υἱός ἐστιν ὁ σταυρωθείς· οὐ γὰρ ἀνθρώπου τινὸς ἦν τὸ βλεπόμενον σῶμα, ἀλλὰ Θεοῦ· ἐν ᾧ τυγχάνων καὶ ὅτε ἐσταυροῦτο, ἤγειρε νεκρούς· ὅτε καὶ ὁ ἥλιος ἀγανακτῶν, καὶ μὴ φέρων τὰς κατὰ τοῦ κοινοῦ πάντων ∆εσπότου γενομένας σωματικὰς ὕβρεις, ἃς ἑκὼν αὐτὸς ὑπὲρ ἡμῶν ὑπέμεινεν, ἀπεστράφη· καὶ τὰς ἀκτῖνας συστείλας, τὴν ἡμέραν ἐκείνην ἀνήλιον ἔδειξεν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου