Ετικέτες
πατρολογία - αθανάσιος ο μέγας
Ὅστις ἂν βούληται σωθῆναι, πρὸ πάντων χρὴ κρατεῖν τὴν καθολικὴν πίστιν· ἣν εἰ μὴ εἷς ἕκαστος σώαν καὶ ἀμώμητον τηρήσῃ, ἄνευ δισταγμοῦ εἰς τὸν αἰῶνα ἀπολεῖται. Πίστις δὲ ἡ καθολικὴ αὕτη ἐστὶν, ἵνα ἕνα Θεὸν ἐν Τριάδι, καὶ Τριάδα ἐν μονάδι σεβώμεθα, μήτε συγ χέοντες τὰς ὑποστάσεις, μήτε τὴν οὐσίαν διαχωρί ζοντες. Ἄλλη γάρ ἐστιν ἡ ὑπόστασις τοῦ Πατρὸς, ἄλλη 28.1586.40 τοῦ Υἱοῦ, ἄλλη τοῦ ἁγίου Πνεύματος. Ἀλλὰ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος, μία ἐστὶν ἡ θεότης, μία ἐστὶν ἡ δόξα, συναΐδιος ἡ μεγαλειότης. Οἷος ὁ Πατὴρ, τοιοῦτος ὁ Υἱὸς, τοιοῦτον τὸ Πνεῦμα τὸ ἅγιον. Ἄκτιστος ὁ Πατὴρ, ἄκτιστος ὁ Υἱὸς, ἄκτιστον καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Ἀκατάληπτος ὁ Πατὴρ, ἀκατάληπτος ὁ Υἱὸς, ἀκατάληπτον καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Αἰώ νιος ὁ Πατὴρ, αἰώνιος ὁ Υἱὸς, αἰώνιον καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Πλὴν οὐ τρεῖς αἰώνιοι, ἀλλ' εἷς αἰώνιος· οὐδὲ τρεῖς ἄκτιστοι, οὐδὲ τρεῖς ἀκατάληπτοι, ἀλλ' εἷς ἄκτιστος, εἷς ἀκατάληπτος.
Ὁμοίως παντοδύναμος ὁ Πατὴρ, παντοδύναμος ὁ Υἱὸς, καὶ παντοδύναμον καὶ τὸ Πνεῦμα τὸ ἅγιον· πλὴν οὐ τρεῖς παντοδύναμοι, ἀλλ' εἷς παντο δύναμος. Οὕτω Θεὸς ὁ Πατὴρ, Θεὸς ὁ Υἱὸς, Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον· πλὴν οὐ τρεῖς θεοὶ, ἀλλ' εἷς Θεός. Ὁμοίως Κύριος ὁ Πατὴρ, Κύριος ὁ Υἱὸς, Κύριον τὸ Πνεῦμα τὸ ἅγιον· πλὴν οὐ τρεῖς κύριοι, ἀλλ' εἷς ἐστι Κύριος Ὅτι ὡς ἰδίᾳ μίαν ἑκάστην ὑπόστασιν, Θεὸν καὶ Κύριον ὁμολογεῖν τῇ Χριστιανικῇ ἀληθείᾳ βιαζό μεθα· οὕτω τρεῖς θεοὺς ἢ τρεῖς κυρίους λέγειν, τῇ καθολικῇ ἀληθείᾳ κωλυόμεθα. Ὁ Πατὴρ ἀπ' οὐδενός ἐστιν, οὔτε μὴν κτιστὸς, οὔτε ποιητὸς, οὐδὲ γεννητός. Ὁ Υἱὸς ἀπὸ τοῦ Πατρὸς μόνου ἐστὶν, οὐ ποιη τὸς, οὐ κτιστὸς, ἀλλὰ γεννητός. Τὸ Πνεῦμα τὸ ἅγιον ἀπὸ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ οὐ ποιητὸν, οὐ κτιστὸν, οὐδὲ γεννητὸν, ἀλλ' ἐκπορευτόν. Εἷς οὖν ὁ Πατὴρ, οὐ τρεῖς πατέρες· εἷς Υἱὸς, οὐ τρεῖς υἱοί· ἓν Πνεῦμα ἅγιον, οὐ τρία πνεύματα τὰ ἅγια. Καὶ ἐν ταύτῃ τῇ Τριάδι οὐδὲν πρότερον ἢ ὕστερον, οὐδὲν μεῖζον ἢ ἔλαττον, ἀλλὰ πᾶσαι αἱ τρεῖς ὑποστάσεις συναΐδιοί εἰσιν ἑαυταῖς καὶ ἴσαι. Ὥστε κατὰ πάντα (καθὼς εἴρηται) καὶ τὴν μονάδα ἐν Τριάδι, καὶ τὴν Τριάδα ἐν μονάδι σέβεσθαι δεῖ. Ὁ γοῦν βουλόμενος σωθῆναι, οὕτω περὶ Τριάδος φρονείτω.
Πλὴν ἀναγκαῖόν ἐστι πρὸς τὴν αἰώνιον σωτηρίαν, ὅπως καὶ τὴν ἐνσάρκωσιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὀρθῶς πιστεύσῃ. Ἔστι γὰρ πίστις ὀρθὴ, ἵνα πιστεύωμεν καὶ ὁμολογῶμεν, ὅτι ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, Θεὸς καὶ ἄνθρωπός ἐστι. Θεὸς ἐκ τῆς οὐσίας τοῦ Πατρὸς πρὸ αἰώνων γεννη θεὶς, καὶ ἄνθρωπος ἐκ τῆς οὐσίας τῆς Μητρὸς ἐν τῷ αἰῶνι τεχθείς. Τέλειος Θεὸς καὶ τέλειος ἄνθρωπος, ἐκ ψυχῆς λογικῆς καὶ ἀνθρωπίνης σαρκὸς ὑφιστάμενος. Ἴσος τῷ Πατρὶ κατὰ τὴν θεότητα, ἐλάττων τοῦ Πατρὸς κατὰ τὴν ἀνθρωπότητα. Ὃς, εἰ καὶ Θεὸς καὶ ἄνθρωπός ἐστιν, οὐ δύο ὅμως, ἀλλ' εἷς ἐστι Χριστός. Εἷς δὲ οὐ τροπῇ τῆς θεότητος εἰς σάρκα, ἀλλὰ προσλήψει τῆς ἀνθρωπότητος εἰς Θεόν. Εἷς πάντως οὐ συγχύσει τῆς οὐσίας, ἀλλ' ἑνότητι τῆς ὑποστάσεως. Καὶ γὰρ ὡς ἡ ψυχὴ λογικὴ καὶ ἡ σὰρξ εἷς ἐστιν ἄνθρωπος, οὕτω καὶ ὁ θεάνθρωπος εἷς ἐστι Χριστός. Ὃς ἔπαθε διὰ τὴν σωτηρίαν ἡμῶν, καὶ κατῆλθεν εἰς ᾅδου, ἀνέστη ἐν τρίτῃ ἡμέρᾳ ἐκ τῶν νεκρῶν. Ἀνῆλθεν εἰς τοὺς οὐρανοὺς, κάθηται ἐκ δεξιῶν τοῦ Θεοῦ καὶ Πατρὸς παντοκράτορος, ὅθεν ἥξει κρῖναι ζῶντας καὶ νεκρούς. Οὗ τῇ παρουσίᾳ πάντες οἱ ἄνθρωποι ἀναστήσονται μετὰ τῶν σωμάτων αὐτῶν, καὶ ἀποδώσουσιν ἐξ ἰδίων ἔργων ἀπολογίαν. Καὶ οἱ τὰ ἀγαθὰ πράξαντες πορεύσονται εἰς ζωὴν αἰώνιον· οἱ δὲ φαῦλα εἰς τὸ πῦρ τὸ αἰώνιον. Αὕτη ἐστὶν ἡ καθολικὴ πίστις, ἣν ἐὰν μή τις ἐκ πίστεως βεβαίως πιστεύσῃ, σωθῆναι οὐ δυνή σεται. Εἴ τις βούλοιτο σωθῆναι, πρὸ πάντων αὐτῷ χρεία κρατῆσαι τὴν ὀρθόδοξον πίστιν· ἣν ἐὰν μή τις ἀμό λυντον καὶ ἄφθορον τηρήσῃ, αἰώνιον εὑρήσει τὴν ἀπώλειαν. Πίστις οὖν ἡ ὀρθόδοξος αὕτη ἐστὶν, ἵνα ἕνα Θεὸν ἐν. Τριάδι, καὶ Τριάδα ἐν μονάδι σέβωμεν, μήτε συγχέοντες τὰς ὑποστάσεις, μήτε τὴν οὐσίαν διαιροῦντες.
Ἄλλη γὰρ ὑπόστασις τοῦ Πατρὸς, ἄλλη τοῦ Υἱοῦ, ἄλλη τοῦ ἁγίου Πνεύματος. Ἀλλὰ τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, μία ἐστὶν ἡ θεότης, ἓν τὸ κράτος, μία ἐξουσία, μία βασιλεία, ἴση ἡ δόξα, ἴση ἡ μεγαλωσύνη καὶ αἰώνιος. Οἷος ὁ Πατὴρ, τοιοῦτος ὁ Υἱὸς, τοιοῦτον τὸ Πνεῦμα τὸ ἅγιον. Ἄκτιστος ὁ Πατὴρ, ἄκτιστος ὁ Υἱὸς, ἄκτιστον τὸ Πνεῦμα τὸ ἅγιον· καὶ οὐ τρεῖς ἄκτιστοι, ἀλλ' εἷς ἄκτιστος. Παντοκράτωρ ὁ Πατὴρ, παντοκράτωρ ὁ Υἱὸς, παντοκράτωρ τὸ Πνεῦμα τὸ ἅγιον· καὶ οὐ τρεῖς παντο κράτορες, ἀλλ' εἷς παντοκράτωρ. Αἰώνιος ὁ Πατὴρ, αἰώνιος ὁ Υἱὸς, αἰώνιον τὸ Πνεῦμα τὸ ἅγιον· καὶ οὐ τρεῖς αἰώνιοι, ἀλλ' εἷς αἰώνιος. Παντοδύναμος ὁ Πατὴρ, παντοδύναμος ὁ Υἱὸς, παντοδύναμον τὸ Πνεῦμα τὸ ἅγιον· καὶ οὐ τρεῖς παντοδύναμοι, ἀλλ' εἷς παντοδύναμος. Οὕτω Θεὸς ὁ Πατὴρ, Θεὸς ὁ Υἱὸς, Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον· καὶ οὐ τρεῖς θεοὶ, ἀλλ' εἷς ἐστι Θεός. Κύριος ὁ Πατὴρ, Κύριος ὁ Υἱὸς, Κύριος τὸ Πνεῦμα τὸ ἅγιον· καὶ οὐ τρεῖς κύριοι, ἀλλ' εἷς ἐστι Κύριος. Καὶ ὥσπερ μοναδικῶς μίαν ἑκάστην ὑπόστασιν Θεὸν καὶ Κύριον ὁμολογεῖν Χριστιανικῇ ἀληθείᾳ συνηγοροῦμεν, οὕτω τρεῖς θεοὺς ἢ τρεῖς κυρίους λέ γειν οὐ συναινοῦμεν, ἀλλὰ παντελῶς ἀπαγορεύομεν. Πατὴρ γὰρ παρ' οὐδενός ἐστι ποιητὸς, οὐ κτιστὸς, ἀλλ' ἀγέννητος. Ὁ Υἱὸς ἀπὸ τοῦ Πατρός ἐστιν οὐ ποιητὸς, οὐ κτιστὸς, ἀλλὰ γεννητός. Τὸ Πνεῦμα τὸ ἅγιον ἀπὸ τοῦ Πατρός ἐστιν οὐ ποιητὸν, οὐ κτιστὸν, οὐ γεννητὸν, ἀλλ' ἐκπορευτόν.
Εἷς λοιπὸν ὁ Πατὴρ, οὐ τρεῖς πατέρες· εἷς Υἱὸς, οὐ τρεῖς υἱοί· ἓν Πνεῦμα ἅγιον, οὐ τρία πνεύματα ἅγια. Καὶ ἐν ταύτῃ τῇ Τριάδι οὐδεὶς πρῶτος ἢ ἔσχατος, οὐδεὶς μέγας ἢ μι κρός· ἀλλὰ αἱ τρεῖς ὑποστάσεις αἰώνιοί τέ εἰσι καὶ ἴσαι εἰς πάντα, ὡς προείρηται. Μονάδα γοῦν ἐν Τριάδι, καὶ Τριάδα ἐν μονάδι πᾶς Χριστιανὸς εὐσεβείσθω· καὶ οὕτω περὶ τῆς ἁγίας καὶ ζωοποιοῦ καὶ ὁμοουσίου Τριάδος δοξαζέτω. Ἀναγκαῖον δέ ἐστι καὶ τὴν σάρκωσιν τοῦ Υἱοῦ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ὀρθῶς πιστεύειν. Ἔστι γοῦν ἡ πίστις ὀρθὴ, ἵνα πιστεύωμεν καὶ ὁμολογῶμεν, ὅτι ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ τοῦ Θεοῦ Υἱὸς, Θεὸς καὶ ἄνθρωπός ἐστι. Θεός ἐστιν ἐκ τῆς οὐσίας Πατρὸς [al. ἄκτιστός ἐστι καὶ οὐσία Πατρὸς], ἄνθρωπός ἐστιν ἐκ τῆς οὐσίας τῆς Μητρός. Ἐπειδὴ γὰρ ἁμαρτήσας ὁ Ἀδὰμ θανάτῳ τὸ γένος τῶν ἀνθρώπων ὑπέβαλε, καὶ τὴν φύσιν ἡμῶν ὑπεύθυνον τῷ χρέει πεποίηκεν· ὁ Υἱὸς λοιπὸν τοῦ ἀοράτου Πατρὸς καὶ Θεοῦ, τῶν οὐρανῶν οὐκ ἐκστὰς, πρὸς ἡμᾶς κατῆλθε· καὶ δι' ἀκοῆς εἰσδὺς τὴν νηδὺν τῆς ἁγίας Παρθένου, μυστικῶς τὴν κυοφορίαν εἰργάσατο, ἐνδὺς τὴν ἡμετέραν φύσιν κατ' ἄκραν ἕνωσιν· Θεὸς ὁμοῦ καὶ ἄνθρωπος προελθὼν, οὕτω τὴν καθ' ἡμᾶς οἰκονομίαν ἐπλήρωσε δι' ἄφατον ἔλεον. Καὶ τέλειος Θεὸς ὢν, γέγονε τέλειος ἄνθρωπος, μὴ τραπεὶς, μὴ ἀλλοιωθεὶς τὴν ὑπερούσιον καὶ ἄφραστον οὐσίαν τῆς αὐτοῦ θεότητος, ἐκ ψυχῆς λογικῆς καὶ ἀνθρωπίνης σαρκὸς οὐσιωθείς· αὐτὸς ἑαυτῷ σὺν τῷ συμφυεῖ αὐτοῦ παναγίῳ Πνεύματι δημιουργήσας τὴν παναγίαν τῆς σαρκὸς πρόσληψιν, τελείαν οὐσίαν ἀνθρωπίνην ἐνυπόστατον αὐτῷ καὶ ἀδιαίρετον ἐξ αὐτοῦ, ἁμαρτίας ἀμέθεκτον· ἐκ τῶν παρθενικῶν ἁγνῶν αἱμάτων τῆς Θεομήτορος συμπαγέντος τοῦ σώματος, χωρίς τινος θελήματος ἢ ἐννοήματος σαρκικοῦ· τῆς δὲ ψυχῆς ἀΰλως κτισθείσης, νοερᾶς, λογικῆς, θελητικῆς, ἐνεργητικῆς, ὅλης τεθεαμένης σὺν τῇ σαρκὶ, ἐξ αὐτῆς ἀρχῆς, ἐκ πρώτης ὑπάρξεως, διὰ τὴν πρὸς αὐτὸν τὸν Θεὸν Λόγον ἄκραν ἕνωσιν, ἀσύγχυτον καθ' ὑπόστασιν. Ἴσος οὖν ἐστι τῷ Πατρὶ κατὰ τὴν θεότητα, ἐλάττων δὲ τοῦ Πατρὸς κατὰ τὴν ἀνθρωπότητα. Καὶ ὄντως ἀληθινὸς ὑπάρχει Θεὸς καὶ ἄνθρωπος· ὅμως οὐ δύο, ἀλλ' εἷς ἐστιν ὁ Χριστός· εἷς δὲ οὐ τραπεῖσα ἡ σὰρξ, ἀλλὰ ἀναληφθεῖσα εἰς τὸν Θεόν· εἷς ὁλικῶς οὐ συγχύσει οὐσιῶν, ἀλλ' ἑνώσει τὸ καθ' ὑπόστασιν. Καὶ γὰρ ὥσπερ ψυχὴ λογικὴ καὶ σὰρξ εἷς ὑπάρχει ἄνθρωπος, οὕτω καὶ Θεὸς καὶ ἄνθρωπος εἷς ἐστιν ὁ Χριστός. Ὃς ἔπαθε τῇ σαρκὶ διὰ τὴν ἡμετέραν σωτηρίαν, ἀπαθοῦς τῆς θεότητος μενούσης· καὶ ταφεὶς, καὶ ἀναστὰς, καὶ ἀναληφθεὶς εἰς τοὺς οὐρανοὺς, ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ καὶ Πατρός. Ἐκεῖθεν δὲ πάλιν ἐρχόμενος κρινεῖ ζῶντας καὶ νεκρούς. Οὗ τῇ παρουσίᾳ πάντες οἱ ἀπ' αἰῶνος κεκοιμημένοι ἄνθρωποι ἀναστήσονται, λόγον ἀποδοῦναι περὶ τῶν πράξεων αὐτῶν. Καὶ οἱ μὲν τὰ ἀγαθὰ πράξαντες, πορεύσονται τῷ κελεύσματι αὐτοῦ εἰς αἰώνιον ζωήν· οἱ δὲ τὰ φαῦλα πράξαντες, πορεύσονται εἰς αἰωνίους κολάσεις. Αὕτη τοίνυν ἐστὶν ἡ ὀρθόδοξος πίστις, ἣν ὁ μὴ τηρήσας ἀμώμητον, σωθῆναι οὐ δύναται.
Ἔκθεσις ὁμολογίας τῆς καθολικῆς πίστεως τοῦ μεγάλου Ἀθανασίου πατριάρχου Ἀλεξανδρείας.
Symbolum "quicumque"
ΣΥΜΒΟΛΟΝ ΤΟΥ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ.
Εἴ τις θέλει σωθῆναι, πρὸ πάντων χρὴ αὐτῷ τὴν καθολικὴν κρατῆσαι πίστιν· ἣν εἰ μή τις ὑγιῆ καὶ ἄμωμον τηρήσειε, πάσης ἀμφιβολίας ἐκτὸς εἰς τὸν αἰῶνα ἀπολεῖται. Πίστις δὲ καθολικὴ αὕτη ἐστὶν, ἵνα ἕνα Θεὸν ἐν Τριάδι, καὶ Τριάδα ἐν μονάδι σέβωμεν, μήτε συγχέοντες τὰ πρόσωπα, μήτε τὴν οὐσίαν διαιροῦντες. Ἄλλη γάρ ἐστιν ἡ τοῦ Πατρὸς ὑπόστασις, ἄλλη τοῦ Υἱοῦ, καὶ ἄλλη τοῦ ἁγίου Πνεύματος· ἀλλὰ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος, μία ἐστὶ θεότης, ἴση δόξα, συνδιαιωνίζουσα ἡ μεγαλειότης. Οἷος ὁ Πατὴρ, τοιοῦτος καὶ ὁ Υἱὸς, τοιοῦτον καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Ἄκτιστος ὁ Πατὴρ, ἄκτιστος ὁ Υἱὸς, ἄκτιστον καὶ τὸ ἅγιον Πνεῦμα. Ἄμετρος ὁ Πατὴρ, ἄμετρος ὁ Υἱὸς, ἄμετρον καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Αἰώνιος ὁ Πατὴρ, αἰώνιος ὁ Υἱὸς, αἰώνιον καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ ὅμως οὐ τρεῖς αἰώνιοι, ἀλλ' εἷς αἰώνιος· ὥσπερ οὐ τρεῖς ἄκτιστοι, οὐδὲ τρεῖς ἄμετροι, ἀλλ' εἷς ἄκτιστος, καὶ εἷς ἄμετρος. Ὁμοίως παντοκράτωρ ὁ Πατὴρ, παντοκράτωρ ὁ Υἱὸς, παν τοκράτωρ τὸ Πνεῦμα τὸ ἅγιον· καὶ ὅμως οὐ τρεῖς παντοκράτορες, ἀλλ' εἷς παντοκράτωρ. Οὕτω Θεὸς ὁ Πατὴρ, Θεὸς ὁ Υἱὸς, Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον· ἀλλ' ὅμως οὐ τρεῖς θεοὶ, ἀλλ' εἷς Θεός. Ὡσαύτως Κύριος ὁ Πατὴρ, Κύριος ὁ Υἱὸς, Κύριος τὸ Πνεῦμα τὸ ἅγιον· καὶ ὅμως οὐ τρεῖς κύριοι, ἀλλ' εἷς ἐστι Κύριος. Ὅτι, ὥσπερ μοναδικῶς ἑκάστην ὑπόστασιν Θεὸν καὶ Κύ ριον ὁμολογεῖν Χριστιανικῇ ἀληθείᾳ ἀναγκαζόμεθα, οὕτω τρεῖς θεοὺς ἢ τρεῖς κυρίους λέγειν καθολικῇ εὐσεβείᾳ κωλυόμεθα. Ὁ Πατὴρ ὑπ' οὐδενός ἐστι πεποιημένος, οὔτε δεδημιουργημένος, οὔτε γεγεννημένος. Ὁ Υἱὸς ἀπὸ μόνου τοῦ Πατρός ἐστιν οὐ πεποιημένος, οὐδὲ δεδημιουργημένος, ἀλλὰ γεγεννημένος. Τὸ Πνεῦμα τὸ ἅγιον ἀπὸ τοῦ Πατρὸς οὐ πεποιημένον, οὔτε δεδημιουργημένον, οὔτε γεγεννημένον, ἀλλ' ἐκπορευτόν.
Εἷς οὖν ἐστι Πατὴρ, οὐ τρεῖς πατέρες· εἷς Υἱὸς, οὐ τρεῖς υἱοί· ἓν Πνεῦμα ἅγιον, οὐ τρία πνεύματα ἅγια. Καὶ ἐν ταύτῃ τῇ Τριάδι οὐδὲν πρῶτον ἢ ὕστερον, οὐδὲν μεῖ ζον ἢ ἔλαττον, ἀλλ' ὅλαι αἱ τρεῖς ὑποστάσεις συν διαιωνίζουσαι ἑαυταῖς εἰσι καὶ ἴσαι. Οὕτως, ἵνα διὰ πάντων, ὥσπερ ἤδη προείρηται, καὶ Τριὰς ἐν μονάδι, καὶ μονὰς ἐν Τριάδι λατρεύηται. Ὁ θέλων οὖν σωθῆναι οὕτω περὶ τῆς ἁγίας Τριάδος νοείτω. Ἀλλ' ἀναγκαῖον δέ ἐστι πρὸς αἰωνίαν σωτηρίαν, ἵνα καὶ τὴν ἐνανθρώπησιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ βεβαίως πιστεύῃ. Ἔστιν οὖν πίστις ὀρθὴ, ἵνα πιστεύωμεν καὶ ὁμολογῶμεν, ὅτι ὁ Κύριος ἡμῶν Ἰη σοῦς Χριστὸς, ὁ τοῦ Θεοῦ Υἱὸς, Θεὸς καὶ ἄνθρωπός ἐστι. Θεός ἐστιν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, πρὸ αἰώνων γεννηθείς· καὶ ἄνθρωπός ἐστιν ἐκ τῆς οὐ σίας τῆς μητρὸς, ἐν χρόνῳ γεννηθείς. Τέλειος Θεὸς, καὶ τέλειος ἄνθρωπος, ἐκ ψυχῆς λογικῆς καὶ ἀνθρω πίνης σαρκὸς ὑποστάς· ἴσος τῷ Πατρὶ κατὰ τὴν θεότητα, ἥττων τοῦ Πατρὸς κατὰ τὴν ἀνθρωπότητα. Ὃς, εἰ καὶ Θεὸς ὑπάρχει καὶ ἄνθρωπος, ὅμως οὐ δύο, ἀλλ' εἷς ἐστι Χριστός· εἷς δὲ οὐ τροπῇ θεότητος εἰς σάρκα, ἀλλὰ προσλήψει ἀνθρωπότητος εἰς θεότητα. Εἷς καθόλου οὐ συγχύσει φύσεων, ἀλλ' ἑνώσει ὑπο στάσεων· ὥσπερ γὰρ ψυχὴ λογικὴ καὶ σὰρξ εἷς ἐστιν ἄνθρωπος, οὕτω Θεὸς καὶ ἄνθρωπος εἷς ἐστι Χριστός· ὁ παθὼν διὰ τὴν ἡμετέραν σωτηρίαν, καὶ κατελθὼν εἰς τὸν ᾅδην, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστὰς ἐκ τῶν νεκρῶν, καὶ ἀνελθὼν εἰς τοὺς οὐρανοὺς, καὶ καθήμενος ἐκ δεξιῶν τοῦ Θεοῦ καὶ Πατρὸς τοῦ παν τοκράτορος, ὅθεν ἐλεύσεται κρῖναι ζῶντας καὶ νε κρούς. Οὗ τῇ ἐλεύσει πάντες ἄνθρωποι ἀναστήσονται σὺν τοῖς ἑαυτῶν σώμασιν ἀποδώσοντες περὶ τῶν ἰδίων ἔργων λόγον· καὶ οἱ καλὰ πράξαντες εἰσελεύ σονται εἰς ζωὴν αἰώνιον, οἱ δὲ κακὰ εἰς πῦρ αἰώνιον. Αὕτη ἐστὶν ἡ καθολικὴ πίστις, ἣν εἰ μή τις πιστῶς τε καὶ βεβαίως πιστεύσῃ, σωθῆναι οὐ δυνήσεται.
Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἀθανασίου τοῦ μεγάλου ὁμολογία τῆς καθολικῆς πίστεως, ἢν ἔδωκε πρὸς Ἰούλιον πάπαν Ῥώμης. Τῷ θέλοντι σωθῆναι πρὸ πάντων ἀνάγκη τὴν καθολικὴν πίστιν κατέχειν· ἣν εἰ μή τις ἀκεραίαν καὶ ἀπαράθραυστον συντηρήσειεν, ἀναμφιβόλως εἰς τὸν αἰῶνα ἀπολεῖται. Αὕτη δέ ἐστιν ἡ καθολικὴ πίστις, ἕνα Θεὸν ἐν Τριάδι, καὶ Τριάδα ἐν μονάδι σέβειν ἡμᾶς, μήτε τὰ πρόσωπα συγχέοντας, μήτε τὴν οὐσίαν διαιροῦντας. Ἄλλο γάρ ἐστι τὸ τοῦ Πατρὸς πρόσωπον, ἄλλο τὸ τοῦ Υἱοῦ, ἄλλο τὸ τοῦ ἁγίου Πνεύματος. Ἀλλὰ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος μία ἐστὶ θεότης, ἴση δόξα, συναΐ διος μεγαλειότης. Οἷος ὁ Πατὴρ, τοιοῦτος ὁ Υἱὸς, τοιοῦτον τὸ Πνεῦμα τὸ ἅγιον. Ἄκτιστος ὁ Πατὴρ, ἄκτιστος ὁ Υἱὸς, ἄκτιστον τὸ Πνεῦμα τὸ ἅγιον. Ἄπειρος ὁ Πατὴρ, ἄπειρος ὁ Υἱὸς, ἄπειρον τὸ Πνεῦμα τὸ ἅγιον. Ἀΐδιος ὁ Πατὴρ, ἀΐδιος ὁ Υἱὸς, ἀΐδιον τὸ Πνεῦμα τὸ ἅγιον. Οὐ μὴν τρεῖς ἀΐδιοι, ἀλλ' εἷς ἀΐδιος.
Οὕτως οὐδὲ τρεῖς ἄκτιστοι, οὔτε τρεῖς ἄπειροι, ἀλλ' εἷς ἄκτιστος, εἷς ἄπειρος. Ὁμοίως παντοδύνα μος ὁ Πατὴρ, παντοδύναμος ὁ Υἱὸς, παντοδύναμον τὸ Πνεῦμα τὸ ἅγιον· οὐ μὴν τρεῖς παντοδύναμοι, ἀλλ' εἷς παντοδύναμος. Οὕτω καὶ Θεὸς ὁ Πατὴρ, Θεὸς ὁ Υἱὸς, Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον· οὐ μὴν τρεῖς θεοὶ, ἀλλ' εἷς Θεός. Οὕτω Κύριος ὁ Πατὴρ, Κύριος ὁ Υἱὸς, Κύριος τὸ Πνεῦμα τὸ ἅγιον· οὐ μὴν τρεῖς κύριοι, ἀλλ' εἷς Κύριος· ἐπεὶ καθὼς ἕκαστον τῶν προσώπων Θεὸν ἢ Κύριον ὁμολογεῖν ὑπὸ τῆς Χριστιανικῆς ἀληθείας ἀναγκαζόμεθα, οὕτω καὶ τρεῖς θεοὺς ἢ κυρίους λέγειν ἡ καθολικὴ θρησκεία κωλύει. Ὁ Πατὴρ τοίνυν ὑπ' οὐδενὸς οὔτε πεποίηται, οὔτε ἔκτισται, οὔτε γεγέννηται. Μόνος Υἱὸς παρὰ τοῦ Πατρὸς μόνου ἐστὶν οὐ ποιηθεὶς, οὐ κτισθεὶς, ἀλλὰ γεννηθείς. Τὸ Πνεῦμα τὸ ἅγιον παρὰ Πατρὸς καὶ Υἱοῦ οὐ ποιηθὲν, οὐ κτισθὲν, οὐ γεννηθὲν, ἀλλ' ἐκπορευό μενον. Εἷς τοίνυν Πατὴρ, οὐ τρεῖς πατέρες· εἷς ὁ Υἱὸς, οὐ τρεῖς υἱοί· ἓν Πνεῦμα ἅγιον, οὐ τρία πνεύματα ἅγια. Ἀλλ' ἐν ταύτῃ τῇ Τριάδι οὐδὲν πρότερον ἢ ὕστερον, οὐδὲν μεῖζον ἢ ἔλαττον· ἀλλὰ τρία πρόσ ωπα συναΐδια ἑαυτοῖς ἐστι, καὶ διὰ πάντων ἴσα. Οὕτως ὡς κατὰ πάντα, καθὼς ἤδη εἴπομεν, καὶ τὴν Τριάδα ἐν τῇ μονάδι, καὶ τὴν μονάδα ἐν τῇ Τριάδι σέβειν ἡμᾶς. Ὁ βουλόμενος τοίνυν σωθῆναι, οὕτω περὶ τῆς Τριάδος φρονείτω. Ἀναγκαῖον δὲ πρὸς τὴν αἰώνιον σωτηρίαν, καὶ τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ σάρκωσιν πιστῶς κατέχειν. Ἔστι τοίνυν βεβαία πίστις, ἵνα πιστεύωμεν καὶ ὁμολογῶμεν τὸν Κύριον ἡμῶν Ἰη σοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ, Θεὸν καὶ ἄνθρωπον εἶναι· Θεὸν ἐκ τῆς οὐσίας τοῦ Θεοῦ, πρὸ τῶν αἰώνων γεννηθέντα· τέλειον Θεὸν καὶ τέλειον ἄνθρωπον, ἐκ ψυχῆς λογικῆς καὶ ἀνθρωπίνης σαρκὸς ὑφεστῶτα· ἴσον τῷ Πατρὶ κατὰ τὴν θεότητα, ἐλάττονα τοῦ Πατρὸς κατὰ τὴν ἀνθρωπότητα. Ὃς, εἰ καὶ Θεός ἐστι καὶ ἄνθρωπος, οὐ μὴ δύο, ἀλλ' εἷς ἐστι Χρι στός· εἷς δὲ, οὐ τῆς θεότητος μεταβληθείσης εἰς σάρκα, ἀλλὰ τῆς ἀνθρωπότητος ὑπὸ τοῦ Θεοῦ προσ ληφθείσης· εἷς παντελῶς, οὐ φυρμῷ τῆς οὐσίας, ἀλλὰ τῇ τοῦ προσώπου ἑνότητι. Ὥσπερ γὰρ ἡ λο γικὴ ψυχὴ καὶ ἡ σὰρξ εἷς ἐστιν ἄνθρωπος, οὕτω καὶ ὁ Θεὸς καὶ ἄνθρωπος εἷς ἐστι Χριστός· παθὼν ὑπὲρ τῆς σωτηρίας ἡμῶν, κατελθὼν εἰς τὸν ᾅδην, τῇ τρίτῃ ἡμέρᾳ ἐκ τῶν νεκρῶν ἀναστὰς, καὶ ἀνελθὼν εἰς τοὺς οὐρανοὺς, καὶ καθήμενος ἐκ δεξιῶν τοῦ παντοδυνάμου Θεοῦ καὶ Πατρὸς, ἐκεῖθεν ἥξων κρῖναι ζῶντας καὶ νεκρούς· οὗ πρὸς τὴν παρουσίαν πάντες οἱ ἄνθρωποι ἀναστήσονται μετὰ τῶν ἰδίων σωμάτων ἀποδώσοντες λόγον περὶ τῶν ἔργων αὐτῶν. Οἱ μὲν οὖν ἀγαθὰ πράξαντες εἰς τὴν αἰώνιον ἀπελεύσονται ζωὴν, οἱ δὲ τὰ φαῦλα εἰς τὸ πῦρ τὸ αἰώνιον. Αὕτη ἐστὶν ἡ κα θολικὴ πίστις, ἣν εἰ μή τις πιστῶς καὶ βεβαίως πιστεύσειεν, οὐχ οἷός τε ἔσται σωθῆναι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου